Jeremiah 25

1 λόγος γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως ιουδα 2ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ λέγων 3ἐν τρισκαιδεκάτῳ ἔτει Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων 4καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, 5λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπ' αἰῶνος καὶ ἕως αἰῶνος· 6μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς. 7καὶ οὐκ ἠκούσατέ μου. 8διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, 9ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμον και εις ὀνειδισμὸν αἰώνιον· 10καὶ ἀπολῶ ἀπ' αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. 11καὶ ἔσται πᾶσα γῆ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη. 12καὶ ἐν τῷ πληρωθῆναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο, φησὶν κύριος, καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον· 13καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ' αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 14 15
LXX: Jer.32:13
οσα επροφητευσεν ιερεμιας επι παντα τα εθνη
LXX: Jer.32:15
ουτως ειπεν κυριος ο θεος ισραηλ λαβε το ποτηριον του οινου του ακρατου τουτου εκ χειρος μου και ποτιεις παντα τα εθνη προς α εγω αποστελλω σε προς αυτους
16
LXX: Jer.32:16
και πιονται και εξεμουνται και μανησονται απο προσωπου της μαχαιρας ης εγω αποστελλω ανα μεσον αυτων
17
LXX: Jer.32:17
και ελαβον το ποτηριον εκ χειρος κυριου και εποτισα τα εθνη προς α απεστειλεν με κυριος επ αυτα
18
LXX: Jer.32:18
την ιερουσαλημ και τας πολεις ιουδα και βασιλεις ιουδα και αρχοντας αυτου του θειναι αυτας εις ερημωσιν και εις αβατον και εις συριγμον
19
LXX: Jer.32:19
και τον Φαραω βασιλεα αιγυπτου και τους παιδας αυτου και τους μεγιστανας αυτου και παντα τον λαον αυτου
20
LXX: Jer.32:20
και παντας τους συμμικτους αυτου και παντας τους βασιλεις αλλοφυλων την ασκαλωνα και την γαζαν και την ακκαρων και το επιλοιπον αζωτου
21
LXX: Jer.32:21
και την ιδουμαιαν και την μωαβιτιν και τους υιους αμμων
22
LXX: Jer.32:22
και παντας βασιλεις τυρου και βασιλεις σιδωνος και βασιλεις τους εν τω περαν της θαλασσης
23
LXX: Jer.32:23
και την δαιδαν και την θαιμαν και την ρως και παν περικεκαρμενον κατα προσωπον αυτου
24
LXX: Jer.32:24
και παντας τους συμμικτους τους καταλυοντας εν τη ερημω
25
LXX: Jer.32:25
και παντας βασιλεις αιλαμ και παντας βασιλεις περσων
26
LXX: Jer.32:26
και παντας βασιλεις απο απηλιωτου τους πορρω και τους εγγυς εκαστον προς τον αδελφον αυτου και πασας τας βασιλειας τας επι προσωπου της γης
27
LXX: Jer.32:27
και ερεις αυτοις ουτως ειπεν κυριος παντοκρατωρ πιετε και μεθυσθητε και εξεμεσατε και πεσεισθε και ου μη αναστητε απο προσωπου της μαχαιρας ης εγω αποστελλω ανα μεσον υμων
28
LXX: Jer.32:28
και εσται οταν μη βουλωνται δεξασθαι το ποτηριον εκ της χειρος σου ωστε πιειν και ερεις ουτως ειπεν κυριος πιοντες πιεσθε
29
LXX: Jer.32:29
οτι εν πολει εν η ωνομασθη το ονομα μου επ αυτην εγω αρχομαι κακωσαι και υμεις καθαρσει ου μη καθαρισθητε οτι μαχαιραν εγω καλω επι τους καθημενους επι της γης
30
LXX: Jer.32:30
και συ προφητευσεις επ αυτους τους λογους τουτους και ερεις κυριος αφ υψηλου χρηματιει απο του αγιου αυτου δωσει φωνην αυτου λογον χρηματιει επι του τοπου αυτου και αιδαδ ωσπερ τρυγωντες αποκριθησονται και επι τους καθημενους επι την γην
31
LXX: Jer.32:31
ηκει ολεθρος επι μερος της γης οτι κρισις τω κυριω εν τοις εθνεσιν κρινεται αυτος προς πασαν σαρκα οι δε ασεβεις εδοθησαν εις μαχαιραν λεγει κυριος
32
LXX: Jer.32:32
ουτως ειπεν κυριος ιδου κακα ερχεται απο εθνους επι εθνος και λαιλαψ μεγαλη εκπορευεται απ εσχατου της γης
33
LXX: Jer.32:33
και εσονται τραυματιαι υπο κυριου εν ημερα κυριου εκ μερους της γης και εως εις μερος της γης ου μη κατορυγωσιν εις κοπρια επι προσωπου της γης εσονται
34
LXX: Jer.32:34
αλαλαξατε ποιμενες και κεκραξατε και κοπτεσθε οι κριοι των προβατων οτι επληρωθησαν αι ημεραι υμων εις σφαγην και πεσεισθε ωσπερ οι κριοι οι εκλεκτοι
35
LXX: Jer.32:35
και απολειται φυγη απο των ποιμενων και σωτηρια απο των κριων των προβατων
36
LXX: Jer.32:36
φωνη κραυγης των ποιμενων και αλαλαγμος των προβατων και των κριων οτι ωλεθρευσεν κυριος τα βοσκηματα αυτων
37
LXX: Jer.32:37
και παυσεται τα καταλοιπα της ειρηνης απο προσωπου οργης θυμου μου
38
LXX: Jer.32:38
εγκατελιπεν ωσπερ λεων καταλυμα αυτου οτι εγενηθη η γη αυτων εις αβατον απο προσωπου της μαχαιρας της μεγαλης
Copyright information for LXX